Page images
PDF
EPUB

τυφῷ τε κλεισθέντων τε χειμάῤῥων μένει, αἰνοῖσιν ἑλκηθμοῖσι κιόνων βάθρα

ἔσεισεν ἔνθα κἄνθα καὶ διέσπασε

τὰ δ' αἶψα συνθλιβέντα καταπεσόντα τε
ἐπὶ πᾶσιν αὐτὴν ἐγκατέσκηψεν στέγην
τοῖς ἡμένοισι, κοιράνοις γυναιξί τε,
ταγοῖς θυηπόλοις τε καὶ βουληφόροις,
ὅσοι παρῆσαν τῶν Φιλιστίνων πρόμοι·
οὐ γὰρ πόλεως ξυνῆλθον ἐκ ταύτης μόνον,
οἱ δ ̓ ἀμφὶ ταύτην πάντοθεν, τοῖς οἷς θεοῖς
ῥέζοντες ἔννομ ̓· ἐν δὲ τῇ ξυνῇ φθορᾷ
αὑτῷ τὸν αὐτὸν ἐνέβαλεν Σάμψων μόρον.
ὁ δῆμος, ἔξω τυγχάνων, ἐν ἀσφαλεῖ.

ΧΟΡΟΣ.

φεῦ μάλα πολλοῦ γ ̓ ἀντιδοθείσας
ποινὰς πράξας, ἀλλ ̓ ἐρικυδεῖς,
ἔργον τελέσας τὸ προκηρυχθὲν
τοῖσιν Εβραίοις· νῦν δὲ τριακτὴρ
ἐν τεθνεῶσιν κεῖσαι τεθνεώς,
ἄκων μάλα δὴ, τῆς γὰρ ἀνάγκης
ἄρκυες εἷλον στεῤῥοῖς πλέγμασιν·
ἧς κατ ̓ ἐφετμὰς μόρον εἴληχας

[blocks in formation]
[blocks in formation]

ξὺν τοῖς ὑπὸ σοῦ θανατωθεῖσιν,

πλείοσιν ἢ καὶ

ζωὴν ἔκανες διὰ πᾶσαν.

ΗΜΙΧΟΡΟΣ.

ἐν ᾧ γε θεομανείς

καὶ φρενόπληκτοι χαροποί τ'

οἰνοβαρεῖς τ ̓ ἔσαν,

ταυρέου τε δημοῦ

ἄδην γέμοντες αἰγέου τ ̓,
ἄθεον θεὸν μὲν ὑμνῳ-
-δοῦντες, ὡς δὲ μείζονα
κλῄζοντες ἢ τὸν ἀ-

-μὸν Φόβον αἰὲν ὄντα,

τὸν Σιλῶνος ἀγλαὸν

ναὸν κατοικοῦντ', αὐτὸς εἰσέ

-πεμψ' οἰστρήλατον

μανίαν φρενοκλόπον, παρακόπους

αὐτὸν προσκαλεῖν

τὸν σφᾶς ὀλέσοντ', ἐπι

-θυμοῦντας ἀσπερχές

μόνον δ ̓ ἐν κραδία

τερπνῶς παίγματ ̓ ἔχοντες,

1740

1750

[blocks in formation]

λειπόμενοι δὲ νοῦ,

λιπαροῦσιν αὐτοὶ,

σφᾶς καὶ τάχιστα τὰν δύαν
κιχεῖν· βρότειον ὀφλόν

-τες πάθημα μωρίας,

κότῳ θεοσσύτῳ,

αὐτομάτῳ δὲ βουλᾷ,

τῶν σφιν αἶψ ̓ ὀλεθρίων

ἐπεσπεσόντων ἐφθάρησαν,

ἀνόητοι πάνυ,

τητωμένους γὰρ ἔλιπε Δαίμων,
ἀναισθησίᾳ

βεβλαμμένοι, ἢ φρενών

ἀλαῶν ἀμαυρώσει.

ΗΜΙΧΟΡΟΣ.

αὐτὸς δὲ, καίπερ ὄψιν ἐστερημένος,
παρά τ ̓ ἀνθρώποις οὐδενὸς ἄξιος,

ἢ καὶ, τό γε δοκοῦν, ἀφανὴς,

βλέπων τῆς φρενὸς ὄμμασιν,

πυριφλεγὲς μένος τ ̓ ἤ

1760

1770

-γειρ ̓, ὡς αἰφνίδιον φῶς στεροπᾶς ἐκ σποδοῦ ἐκρήξαν,

« ՆախորդըՇարունակել »